<>

Ευαγγέλιο της Πεντηκοστής

Categories: ΕΥΑΓΓΕΛΙΚΕΣ ΠΕΡΙΚΟΠΕΣ

Ευαγγέλιο της Πεντηκοστής

Εν δε τη εσχάτη ημέρα τη μεγάλη της εορτής ειστήκει ο Ιησούς και έκραξε λέγων· εάν τις διψά, ερχέσθω προς με και πινέτω. ο πιστεύων εις εμέ, καθώς είπεν η γραφή, ποταμοί εκ της κοιλίας αυτού ρεύσουσιν ύδατος ζώντος. τούτο δε είπε περί του Πνεύματος ου έμελλον λαμβάνειν οι πιστεύοντες εις αυτόν· ούπω γαρ ην Πνεύμα Άγιον, ότι Ιησούς ουδέπω εδοξάσθη. πολλοί ουν εκ του όχλου ακούσαντες τον λόγον έλεγον· ούτος εστίν αληθώς ο προφήτης· άλλοι έλεγον· ούτος εστίν ο Χριστός· άλλοι έλεγον· μη γαρ εκ της Γαλιλαίας ο Χριστός έρχεται; ουχί η γραφή είπεν ότι εκ του σπέρματος Δαυΐδ και από Βηθλεέμ της κώμης, όπου ην Δαυΐδ, ο Χριστός έρχεται; σχίσμα ουν εν τω όχλω εγένετο δι΄ αυτόν. τινές δε ήθελον εξ αυτών πιάσαι αυτόν, αλλ΄ ουδείς επέβαλεν επ΄ αυτόν τας χείρας. Ήλθον ουν οι υπηρέται προς τους αρχιερείς και Φαρισαίους, και είπον αυτοίς εκείνοι· διατί ουκ ηγάγετε αυτόν; απεκρίθησαν οι υπηρέται· ουδέποτε ούτως ελάλησεν άνθρωπος, ως ούτος ο άνθρωπος. απεκρίθησαν ουν αυτοίς οι Φαρισαίοι· μη και υμείς πεπλάνησθε; μη τις εκ των αρχόντων επίστευσεν εις αυτόν ή εκ των Φαρισαίων; αλλ΄ ο όχλος ούτος ο μη γινώσκων τον νόμον επικατάρατοι εισί! λέγει Νικόδημος προς αυτούς, ο ελθών νυκτός προς αυτόν, εις ων εξ αυτών· μη ο νόμος ημών κρίνει τον άνθρωπον, εάν μη ακούση παρ΄ αυτού πρότερον και γνω τι ποιεί· απεκρίθησαν και είπον αυτώ· μη και συ εκ της Γαλιλαίας ει; ερεύνησον και ίδε ότι προφήτης εκ της Γαλιλαίας ουκ εγήγερται Πάλιν ουν αυτοίς ο Ιησούς ελάλησε λέγων· εγώ ειμί το φως του κόσμου· ο ακολουθών εμοί ου μη περιπατήση εν τη σκοτία, αλλ΄ έξει το φως της ζωής.