<>

eikona

Φῶς ἐνήστραψε, Θεογνωσίας, σκότος ἄθεον, διασκεδάσας, έν Λευκάδι Ἀκύλας ὁ ἔνθεος∙ καί εὐσεβείας σαργάνῃ χρησάμενος, ἰχθύος πλῆθος πρός πίστιν ἐζώγρησεν∙ τοῦτον ἅπαντες, συμφώνως ὑμνοις τιμήσωμεν, αὐτοῦ βίον τόν ἅγιον μιμούμενοι.

Τῆς Ἰθάκης τόν γόνον καί τῆς Λέσβου τό καύχημα, Ὁσιομαρτύρων τήν δόξαν, Ῥαφαήλ εὐφημήσωμεν∙ ἀρτίως γάρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καί κατ’ ὄναρ καί καθ’ ὕπαρ ὑπερφυώς, ὀπτάνεται τοῖς κράζουσι∙ Δόξα τῷ δεδωκότι σοι ἰσχύν∙ δόξα τῷ σέ θαυμαστώσαντι∙ δόξα τῷ ἐκπληροῦντι διά σοῦ, ἡμῶν τά αἰτήματα.

Θείᾳ χάριτι λελαμπρυσμένος, κατεφώτισαν τούς ἐν σκοτεία, ἀγνωσίας καί δουλώσεως πέλοντας, ταῖς διδαχῶν καί θαυμάτων ἀκτῖσι σου, Ἰωακείμ, ἀσκητά ἐνθεώτατε∙ γόνε πάντιμε Ἰθάκης, Χριστόν ἰκέτευε, δωρήσασθαι ὑμῖν τό μέγα ἔλεος.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τήν θείαν εἰκόνα, καί ἅγίαν τῶν Καθαρῶν, ἥτις ἐστί, ἠ δόξα, τό καύχημα τό μέγα, καί τῶν Ἰθακησίων ἡ προστατεύουσα.

Μαρτύρων σύλλογος νῦν εὐφραίνεται, Ἀγγέλων ᾄσμασι μεγαλύνωμεν, τήν μνήμην ὑμῶν Ἁγιοι, ἅπαντες μελωδοῦντες καί πιστῶς ἐκβοῶντες∙ Χαίροντες, τῆς Τριάδος Δυάς Μαρτύρων καί κλέος, Τιμόθεε καί Μαύρα, ὑπέρ ὑμῶν ἀεί πρεσβεύσατε.

Ἐν τῇ Μονῇ σου Παρθένε πόθῳ προστρέχοντες, καί προσκυνοῦντες τήν θαυμαστήν σου Εἰκόνα, μετ’ εὐλαβείας ἀντλοῦμεν τάς χάριτας∙ καί δι’ αὐτῆς ἔκ τε σεισμοῦ, λιμοῦ, λοιμοῦ, αὐχμοῦ καί νόσων, ταῖς πρεσβείαις σου σωζόμεθα.

Λευκαδίων ὁ δῆμος ὁ χριστεπώνυμος, ᾠδαῖς καί ὕμνοις συντόνοις καί ἐγκωμίοις τερπνοῖς, προστατῶν αὐτοῦ γεραίρει τήν ὁμήγυριν∙ οἵ καί ὡς τεῖχος ἀρῥαγές, ἀπό παντοίων προσβολῶν, ἄτρωτον ταύτην τήν νῆσον, διατηροῦσιν∙ ἀπαύστως, τῷ Πανοικτίρμονι πρεσβεύοντες.























































































































to Top